Παναγίτσα Γέρακα

Χαιρετισμοί της Παναγίας – Ακάθιστος Ύμνος

Οι χαιρετισμοί της Παναγίας ή αλλιώς ο Ακάθιστος Ύμνος είναι ένας υπέροχος ύμνος εις την Παναγία μας, που είναι προστάτιδα των χριστιανών και πρέσβειρα στον Υιό της και Θεό μας Ιησούν Χριστόν για τη σωτηρία μας.

Ιερός Ναός Παναγίτσα Γέρακα

 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνη τοῦ Ἰωσήφ σπουδῇ ἐπέστη ὁ Ἀσώματος, λέγων τη Ἀπειρογάμω: ὁ κλινας τη καταβάσει τοὺς οὐρανούς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε!

ΣΤΑΣΙΣ Α’

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·

Χαῖρε, δι΄ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι΄ ἧς ἡ ἀρὰ ἐκλείψει·
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις·
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς·
Χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα·
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως·
Χαῖρε, δι΄ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι΄ ἧς βρεφουργειται ο Κτίστης·
Χαῖρε, νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πως λέγεις; κράζων· Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι. πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω·

Χαῖρε͵ βουλῆς ἀπορρήτου μύστις͵ χαῖρε͵ σιγῇ δεομένων πίστις·
Χαῖρε͵ τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον͵ χαῖρε͵ τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον·
Χαῖρε͵ κλῖμαξ ἐπουράνιε͵ δι΄ ἧς κατέβη ὁ Θεός· χαῖρε͵ γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν·
Χαῖρε͵ τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε͵ τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα·
Χαῖρε͵ τὸ φῶς ἀρρήτως γεννήσασα· χαῖρε͵ τὸ πῶς μηδένα διδάξασα·
Χαῖρε͵ σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε͵ πιστῶν καταυγάζουσα φρένας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.

χουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε͵ βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε͵ καρποῦ ἀκηράτου κτῆμα·
Χαῖρε͵ γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε͵ φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα·
Χαῖρε͵ ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε͵ τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν·
Χαῖρε͵ ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε͵ ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις·
Χαῖρε͵ δεκτὸν πρεσβείας θυμίαμα· χαῖρε͵ παντὸς τοῦ κόσμου ἐξίλασμα·
Χαῖρε͵ θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε͵ θνητῶν πρὸς Θεὸν παρρησία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν ἄμεμπτε· μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου ἔφη· Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Β’

Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα͵ ἣν ὑμνοῦντες εἶπον·

Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε͵ αὐλὴ λογικῶν προβάτων·
Χαῖρε͵ ἀοράτων εχθρῶν ἀμυντήριον· χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον·
Χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι ουρανοῖς·
Χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος·
Χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα· χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα·
Χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν͵ δι΄ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούϊα.

δον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν͵ εἰ καὶ δούλου ἔλαβε μορφήν͵ ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·

Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ· χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας·
χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε͵ τῆς Τριάδος τοὺς μύστας φωτίζουσα·
χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε͵ Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν·
χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε͵ ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων·
χαῖρε͵ πυρὸς προσκύνησιν παύσασα· χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα·
χαῖρε͵ πιστων ὁδηγὲ σωφροσύνης· χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα͵ ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν͵ ἀφέντες τὸν Ἡρώδη ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης͵ Σωτήρ͵ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες εβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε͵ ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε͵ κατάπτωσις τῶν δαιμόνων·
Χαῖρε͵ τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε͵ τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα·
Χαῖρε͵ θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε͵ πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν·
Χαῖρε͵ πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε͵ σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης·
Χαῖρε͵ τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε͵ τρυφῆς ἁγίας διάκονε·
Χαῖρε͵ ἡ γῆ ἡ τῆς ἐπαγγελίας· χαῖρε͵ ἐξ ἧς ῥέει μέλι καὶ γάλα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος͵ ἐπεδόθης ὡς βρέφος αὐτῷ͵ ἀλλ΄ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Γ’

Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης ἡμῖν τοῖς ὑπ΄ αὐτοῦ γενομένοις͵ ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην͵ ὥσπερ ἦν͵ ἄφθορον͵ ἱνα τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες·

Χαῖρε͵ τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε͵ τὸ στέφος τῆς ἐγκρατείας·
Χαῖρε͵ ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε͵ τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα·
Χαῖρε͵ δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί· χαῖρε͵ ξύλον εὐσκιόφυλλον͵ ὑφ΄ οὗ σκέπονται πολλοί·
Χαῖρε͵ κυοφοροῦσα οδηγόν πλανωμένοις· χαῖρε͵ ἀπογεννῶσα λυτρωτήν αιχμαλώτοις·
Χαῖρε͵ Κριτοῦ δικαίου δυσώπησις· χαῖρε͵ πολλῶν πταιόντων συγχώρησις·
Χαῖρε͵ στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε͵ στοργὴ πάντα πόθον νικῶσα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου͵ τὸν νοῦν εἰς οὐρανόν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος͵ βουλόμενος ἑλκυσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.

λος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ΄ ὅλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή͵ οὐ μετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·

Χαῖρε͵ Θεοῦ ἀχωρήτου χώρα· χαῖρε͵ σεπτοῦ μυστηρίου θύρα·
Χαῖρε͵ τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε͵ τῶν πιστῶν ἀναμφίβολον καύχημα·
Χαῖρε͵ ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ· χαῖρε͵ οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ·
Χαῖρε͵ ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε͵ ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα·
Χαῖρε͵ δι΄ ἧς ἐλύθη παράβασις· χαῖρε͵ δι΄ ἧς ἠνοίχθη παράδεισος·
Χαῖρε͵ ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· χαῖρε͵ ἐλπὶς ἀγαθῶν αἰωνίων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον͵ ἡμῖν μὲν συνδιάγοντα͵ ἀκούοντα δὲ παρὰ πάντων ούτως· Ἀλληλούϊα.

Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί͵ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν·

Χαῖρε͵ σοφίας Θεοῦ δοχεῖον· χαῖρε͵ προνοίας αὐτοῦ ταμεῖον·
Χαῖρε͵ φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε͵ τεχνολόγους ἀλόγους ἐλέγχουσα·
Χαῖρε͵ ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε͵ ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί·
Χαῖρε͵ τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε͵ τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα·
Χαῖρε͵ βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε͵ πολλοὺς ἐν γνώσει φωτίζουσα·
Χαῖρε͵ ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε͵ λιμὴν τῶν τοῦ βίου πλωτήρων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεὸς δι΄ ἡμᾶς ἐφάνη καθ΄ ἡμᾶς άνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Δ’

Τεῖχος εἶ τῶν παρθένων͵ Θεοτόκε Παρθένε͵ καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε Ποιητής͵ ἄχραντε͵ οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ πάντα σοι προσφωνεῖν διδάξας·

Χαῖρε͵ ἡ στήλη τῆς παρθενίας· χαῖρε͵ ἡ πύλη τῆς σωτηρίας·
Χαῖρε͵ ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε͵ χορηγὲ θεϊκῆς ἀγαθότητος·
Χαῖρε͵ σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε͵ σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν·
Χαῖρε͵ ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε͵ ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα·
Χαῖρε͵ παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε͵ πιστοὺς κυρίῳ ἁρμόζουσα·
Χαῖρε͵ καλὴ κουροτρόφε παρθένων· χαῖρε͵ ψυχῶν νυμφοστόλε ἁγίων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

μνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γαρ τη ψάμμω ᾠδὰς, ἂν προσφέρωμέν σοι͵ Βασιλεῦ ἅγιε͵ οὐδὲν τελοῦμεν ἄξιον͵ ὧν δέδωκας ημιν τοῖς σοὶ βοῶσιν· Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας͵ αὐγῇ τὸν νοῦν φωτίζουσα͵ κραυγῇ δὲ τιμωμένη ταῦτα·

Χαῖρε͵ ἀκτὶς νοητοῦ ἡλίου· χαῖρε͵ βολις τοῦ ἀδύτου φέγγους·
Χαῖρε͵ ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε͵ ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα·
Χαῖρε͵ ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε͵ ὅτι τὸν πολύρρητον ἀναβλύζεις ποταμόν·
Χαῖρε͵ τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε͵ τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον·
Χαῖρε͵ λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε͵ κρατὴρ κιρνῶν ἀγαλλίασιν·
Χαῖρε͵ ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε͵ ζωὴ μυστικῆς εὐωχίας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων͵ ἐπεδήμησε δι΄ ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως· Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν Τόκον, ανυμνοῦμεν σε πάντες ὡς ἔμψυχον ναόν͵ Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν͵ ἐδόξασεν͵ ἐδίδαξε βοᾶν σοι πάντας·

Χαῖρε͵ σκηνὴ τοῦ θεοῦ καὶ Λόγου· χαῖρε͵ ἁγία ἁγίων μείζων·
Χαῖρε͵ κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι· χαῖρε͵ θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε·
Χαῖρε͵ τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε͵ καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν·
Χαῖρε͵ τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε͵ τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος·
Χαῖρε͵ δι΄ ἧς ἐγείρονται τρόπαια· χαῖρε͵ δι΄ ἧς ἐχθροὶ καταπίπτουσι·
Χαῖρε͵ φωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε ψυχῆς τῆς ἐμῆς σωτηρία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

 Πανύμνητε Μητερ͵ ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον (γ΄)͵ δεξαμένη τὴν νῦν προσφοράν͵ ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.

Τη ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.

Επτά ύμνοι εις την Κυρίαν Θεοτόκον – Αγίου Νεκταρίου Επισκ. Πενταπόλεως, του θαυματουργού.

Ύμνος α’.
Εις την Αγίαν Παρθένον. Δοξολογητικός ήχος. Γ’.
Δοξάζω Σε, παρθένε, υμνώ Σε Παναγία την χάριν σου κηρύττω Μήτηρ Θεού Μαρία˙
Κυρίως Θεοτόκον κόρη ομολογώ Σε. Εξ όλης δε καρδίας θερμώς υμνολογώ Σε
Θεόνυμφε Μαρία ασματικώς αινώ Σε και ως Θεού μητέρα απαύστως ευλογώ Σε,
Σε πόθω προσκυνούμεν παρθένε Παναγία και Σε υμνολογούμεν ψυχή τε και καρδία.
Παντάνασσα Παρθένε Κόρη υπεραγία ψυχών αγνών γλυκύτης πανάχραντε Μαρία.
Βασίλισσα αγγέλων ανθρώπων σωτηρία καταφυγή και σκέπη πιστών Υπεραγία.
Χαίρε χαράς ταμείον, χαίρε ευλογημένη χαίρε φωτός δοχείον, χαίρε δεδοξασμένη
Χαίρε νεφέλη κούφη, χαίρε θρόνε Κυρίου χαίρε πυρίνη στήλη, χαίρε σκηνή του θείου
Χαίρε τροφή του μάννα, χαίρε τρυφή αγία χαίρε ωραία πύλη του Λόγου Παναγία.
Ύμνος β’.
Εις την Αειπάρθενον Θεοτόκον Φωταγωγικός, ήχος γ’.
1
Μήτηρ φωτός αδύτου φωτί σου φώτισόν με, απέλασον τα σκότη και όλον άγνισόν με
2
Φωτιστικαίς, ακτίσι τον νουν καταύγασόν μου, τας φρένας την καρδίαν φωτός Σου έμπλησόν μου.
3
Βαδίζειν φώτισόν με ορθώς Παρθενομήτορ, τας θείας τρίβους κόρη, αγνή θεοκυήτορ
4
Ομίχλην των παθών μου διάλυσον φωτί Σου, διάνοιξον τας κόρας τη θεία χάριτί Σου.
5
Τον νουν μου σκοτισθέντα καταύγασον αυγή Σου, και σκέδασον την πλάνην των λογισμών φωτί Σου.
6
Πύλη φωτός Παρθένε σκηνή του Μαρτυρίου, φωτί Σου λάμπρυνόν με θρόν’ αγλαέ Κυρίου.
7
Νεφέλη φωτοφόρε φωτώνυμε Μαρία, ρύσαί με Σαις πρεσβείαις Μήτερ Υπεραγία.
8
Πάναγνε φωτοτόκε Ναέ ηγιασμένε, πίστεως φως μοι δίδου αεί Μήτηρ Παρθένε.
9
Υπέρφωτε Μαρία Συ φωταγώγησόν με, ελπίδα δ’ ουρανίαν αγνή χορήγησόν μοι.
10
Αγάπης αειφώτου πλήρου μου την καρδίαν και πάρεχέ μοι λόγον προς θείαν Υμνωδίαν.
Ύμνος γ’.
Εις την Αειπάρθενον Μαρίαν ήχος Γ’.
1
Πανάχραντε Παρθένε, πιστών η σωτηρία, παράκλησις πασχόντων, πτωχών παραμυθία.
2
Αντίληψις και ρύστις κόσμου, αγνή Μαρία, Παντάνασσα θεόπαις, Μήτηρ Υπεραγία.
3
Πανύμνητε Μαρία, ανύμφευτε Παρθένε, θεόνυμφε, Κυρία, θρόνε ηγλαϊσμένε.
4
Καταφυγή μου σκέπη, ρύστις και προστασία, Θεοκυήτορ κόρη, γενού μοι Παναγία.
5
Επάκουσον Παρθένε αγνή την δέησίν μου, και πρόσδεξαι προφρόνως κόρη την αίνεσίν μου.
6
Ου σθένει πάσα γλώσσα μοι ψάλλειν υμνωδίαν, ύμνος ηττάται άπας υμνείν Σε κατ’ αξίαν.
7
Ιλιγγιώσι νόες Σε ευφημείν Παρθένε, και ανυμνείν αξίως ναέ δεδοξασμένε.
8
Αλλά τη Ση απείρω θαρρών αγαθωσύνη, ύμνους υφαίνω πόθω τη Ση μεγαλωσύνη.
9
Σε φαεινήν λαμπάδα οίδαμεν και Μητέρα, αρίζηλόν Σε δόξαν και πάντων υπερτέραν.
10
Απόρρητον τυγχάνεις μυστήριον Παρθένε και Σε υμνολογούμεν, Ναέ δεδοξασμένε.
11
Νενίκηνται Σω τόκω της φύσεως οι όροι, εν Σοι Παρθενομήτορ Σεμνή Παρθένε κόρη.

Ύμνος δ’.
Εις την Αειπάρθενον Μητέρα, ήχος Γ’. και βαρύς.
1
Συ λαμπάς ει φωταυγής, Συ αρίζηλος δόξα, Συ παστάς ει φαεινή του Παντάνακτος λόγου.
2
Συ πηγή ει ζωηρά, Συ αένναος κρήνη, Συ λυχνία ει φωτός, Συ αΐδιον φέγγος.
3
Συ ει πύλη μυστική, Συ ουράνιος κλίμαξ, Συ ει μήτηρ άλοχος, Συ ακήρατος κόρη.
4
Συ σκηνή του λόγου ει, Συ αγίασμα θείον, Συ φωτός νεφέλη ει, Συ εξίλασμα κόσμου.
5
Συ εί διάσωσμα πιστών Παναγία Παρθένε, Συ ει βάτος άφλεκτος, μήτηρ του Θεού ημών.
6
Συ αγνή Παρθένος ει, Συ ηγλαϊσμένη ει, Συ απείρανδρος σεμνή, Συ δεδοξασμένη ει.
Ύμνος ε’.
Εις την ακήρατον Παρθένον ήχος Β’.
1
Συ δόξα ει αρίζηλος Συ ει λαμπάς αείφωτος, Συ ει παστάς η άσπιλος του λόγου του Παντάνακτος.
2
Συ ει πηγή η ζωηρά, Συ κρήνη ει αένναος Συ ει λυχνία ιερά, Συ φέγγος ει αΐδιον.
3
Συ πύλη ει η μυστική, Συ κλίμαξ ει ουράνιος, Συ μήτηρ πέλεις άλοχος, Συ κόρη ει ακήρατος.
4
Συ ει του Λόγου η σκηνή, Συ θείον ει αγίασμα, Συ ει νεφέλη φωτεινή, Συ κόσμου ει εξίλασμα.
5
Συ εί διάσωσμα πιστών, Συ καύχημα ει ευλαβών. Συ ει ελπίς χριστιανών, Συ σκέπη ει των ευσεβών.
6
Συ ει παρθένος άχραντος, Συ κατηγλαΐσμένη ει, Συ μήτηρ ει ακήρατος, Συ κεχαριτωμένη ει.
7
Συ πύλη ει ουράνιος η κατακεκλεισμένη ει η απ’ αιώνων τω Θεώ μόνω συντηρουμένη ει.
Ύμνος ς’.
Εις την Άλοχον Μητέρα ήχος Β’.
1
Συ βοηθός αμαρτωλών, παράκλησις πασχόντων, Συ ορφανών αντίληψις, ενίσχυσις καμνόντων.
2
Χειμαζομένων ει λιμήν, πτωχών παρηγορία, αβοηθήτων δύναμις χηρών παραμυθία.
3
Συ ευσεβών το στήριγμα ελπίς απηλπισμένων, των εναθλούντων έρεισμα, χαρά των τεθλιμμένων.
4
Συ σκέπη και αντίληψις των Σοι καταφευγόντων, Συ ει στερέωμα πιστών ρύστις κινδυνευόντων.
5
Σην κραταιάν αντίληψιν παράσχου μοι Κυρία, επί την σην ενίσχυσιν θαρρώ, ώ Παναγία.
6
Συ σκέπε, φρούρει, φύλαττε, από παντός κινδύνου. Συ των παγίδων ρύσαί με του δυσμενούς εκείνου.
7
Συ μοι γενού βοήθεια, σθένος και προστασία, Συ μοι, Παρθένε άχραντε, γενού μοι σωτηρία.
8
Συ μοι τας τρίβους εύθυνον, Συ έσο οδηγία, Συ κυβερνήτίς μοι γενού του βίου Παναγία.
9
Συ εις λιμένα ασφαλή οδήγησον, Παρθένε, Συ προς Θεόν κατάλλαξον θρόνε δεδοξασμένε.
10
Σε δυσωπώ μεσίτευσον προς λύσιν οφλημάτων, Τω σω υιώ και άφεσιν πολλών πλημμελημάτων.
11
Κόρη σεμνή βασίλισσα κόσμου η σωτηρία, Συ έσο μοι παράκλησις χαρά παραμυθία.
12
Ίνα απαύστως εν χαρά υμνώ το όνομά Σου, και ψάλλων μεγαλύνω Σε και τα θαυμάσιά Σου.

Ύμνος ζ’.
Εις την αμίαντον Παρθένον, ήχος Δ’.
1
Δέσποινά μου Θεοτόκε, η ελπίς μου η ισχύς μου, η θερμή μου προστασία, σκέπη και καταφυγή μου
2
Συ τους λογισμούς μου οίδας, Συ τας πράξεις μου γινώσκεις, Συ επίστασαι Παρθένε, τας πολλάς μου αμαρτίας.
3
Ου λανθάνει Σε τα πάθη της ψυχής μου της πασχούσης, της δεινώς τραυματισθείσης, της αφρόνως ρυπωθείσης.
4
Αμαρτήμασι ποικίλοις, λογισμοίς και έργοις άμα κατηχρείωσα το κάλλος της εικόνος του Θεού μου.
5
Πλην Συ Δέσποινα ως οίδας, την υγείαν βράβευσόν μοι, θεραπεύουσα τα έλκη των τραυμάτων της ψυχής μου.
6
Συ επίχυσον ρανίδας της πολλής Σου συμπαθείας, και επίδειξόν μοι σπλάχνα μητρικής φιλευσπλαχνίας.
7
Σε Παρθένε ικετεύω, και θερμώς παρακαλώ Σε οίκτιρον αντιβολώ Σε εκ ψυχής εκδυσωπώ Σε.
8
Συ γενού μοι προστασία, Σε μεσίτριαν αιρούμαι, Συ γενού μοι σωτηρία, Σην πρεσβείαν εξαιτούμαι.
9
Τω υιώ διάλλαξόν με Τον κριτήν ιλέωσαί μοι, Το Δεσπότην οργισθέντα ευμενή απέργασαί μοι.
10
Δέχεταί Σε ως μητέρα παρρησίαν κεκτημένην και συγχώρησιν παρέχει άφεσιν εξαιτουμένην.
11
Σοι χαρίζεται Παρθένε, των αμαρτιών τα πλήθη και βραβεύει σωτηρίαν τοις πολλά ημαρτηκόσιν.
12
Διο και καταφυγήν μου και μεσίτριαν αιρούμαι και θαρρών ταις Σαις πρεσβείαις την Σην χάριν εξαιτούμαι.
13
Δέσποινά μου Θεοτόκε, οικτιρμοίς Σου οίκτιρόν με, και κολάσεως δικαίας Σαις πρεσβείαις λύτρωσαί με.
14
Εκ ψυχής συντετριμμένης, Δέσποινα, αναβοώ Σοι, πρόφθασον, αντιλαβού μου σώσόν με, εκδυσωπώ Σε.
15
Πρόσδεξαι την ικεσίαν, άκουσον του στεναγμού μου επιβράβευσόν μοι Κόρη, την φιλίαν του Θεού μου.

Από το βιβλίο: ΘΕΟΤΟΚΑΡΙΟΝ, Υπό
ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ
Διευθυντού της Εκκλησιαστικής Ριζαρείου Σχολής
ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΠΕΝΤΑΠΟΛΕΩΣ

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν

ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος

καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου

ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων

διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι

ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον

ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου

ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον

δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ

ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου

καὶ ἐν τῷ ἐλέει σου ἐξολoθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,

καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,

καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη,

καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα… Καὶ νῦν…

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς 50

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με

ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς

σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε

ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·

ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι

ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα

ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον

καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ

ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με

διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι

ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου

Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου

ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις

θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει

ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ

τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Ἦχος πλ. δ‘ ᾨδὴ α’ Ὁ Εἱρμὸς    ΤΟ ΑΚΟΥΤΕ

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

Δόξα…

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Καὶ νῦν

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ’ Ὁ Εἱρμὸς   ΤΟ ΑΚΟΥΤΕ

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

Δόξα…

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Καὶ νῦν….

Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα Ἦχος β’

Τὰ ἄνω ζητῶν   ΤΟ ΑΚΟΥΤΕ

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ’   ΤΟ ΑΚΟΥΤΕ

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

Δόξα…

Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Καὶ νῦν…

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

ᾨδὴ ε’   ΤΟ ΑΚΟΥΤΕ

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα…

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Καὶ νῦν…

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ ς’   ΤΟ ΑΚΟΥΤΕ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Δόξα…

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Καὶ νῦν…

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Ἱερεὺς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα Ἦχος β’

Τὰ ἄνω ζητῶν   ΤΟ ΑΚΟΥΤΕ

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ’   ΤΟ ΑΚΟΥΤΕ

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

Δόξα…

Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Καὶ νῦν…

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

ᾨδὴ ε’   ΤΟ ΑΚΟΥΤΕ

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα…

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Καὶ νῦν

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ ς’   ΤΟ ΑΚΟΥΤΕ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Δόξα…

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Καὶ νῦν

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Ἱερεὺς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον Ἦχος β’  ΤΟ ΑΚΟΥΤΕ

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε. Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Α’ Ἀντίφωνον

Ἦχος δ’

Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὦς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα…

Ἁγίω Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τὴ Τριαδικὴ μονάδι, ἱεροκρυφίως.

Καὶ νύν

Ἁγίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεὰ καὶ γενεά.

Στίχ. Ακουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεὰ καὶ γενεὰ μνησθήσομαι.

Ἱερεὺς Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Χορὸς Κύριε, ἐλέησον (γ’).

Ἱερεὺς Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς Εἰρήνη πᾶσι.

Χορὸς Καὶ τῶ Πνεύματί σου.

Ἱερεὺς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου…

Ἱερεὺς Πρόσχωμεν.

Χορὸς Δόξα σοί, Κύριε, δόξα σοί.

Ἀναστάσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ, καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλία αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη, καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοὶ τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὤτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλία μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοὶς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ, Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γάρ, ἀπὸ τοῦ νὺν μακαριούσί με πᾶσαι αἱ γενεαί. ὅτι ἐποίησέ μοὶ μεγάλεία ὁ δυνατός, καὶ ἅγιον τὸ τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτὴ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα… Ἦχος β’

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νύν

Ταὶς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β’

Ὅλην ἀποθέμενοι   ΤΟ ΑΚΟΥΤΕ

Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Ἕτερα Θεοτοκία

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Ἱερεὺς Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου: ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰτιρμοίς: ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια: πρεσβείαις της παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει του τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις των τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις του τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, των ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. των ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου καὶ Ἰωάννου του Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου του Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου του ἐν Μύροις της Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου της Πενταπόλεως, των θαυματουργῶν. των ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος, καὶ Θεοδώρου του Στρατηλάτου καὶ Μηνᾶ του θαυμαρτουργοῦ, των ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου: των ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς Φωτηνής, Μαρίνης: Παρασκευῆς καὶ Εἰρήνης: των ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, των ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), των ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου των Ἁγίων. ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν των ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Χορὸς Κύριε, ἐλέησον (ιβ’)

Ἱερεὺς Ἐλέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία του μονογενοῦς σου Υἱοῦ, μεθ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῶ καὶ ζωοποίω σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Χορὸς Ἀμήν.

ᾨδὴ ζ’   ΤΟ ΑΚΟΥΤΕ

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Δόξα…

Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Καὶ νῦν

Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ η’   ΤΟ ΑΚΟΥΤΕ

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.

Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.

Δόξα…

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.

Καὶ νύν

Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’   ΤΟ ΑΚΟΥΤΕ

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.

Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.

Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.

Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.

Δόξα…

Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.

Καὶ νῦν

Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.

Μεγαλυνάρια

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σὺ μοὶ βοήθησον.

Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσης πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὧ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοὶ τὴν ὠδήν, νὺν τὴ πανυμνήτω, Θεοτόκω χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ’)

Δόξα… Καὶ νύν…

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν.

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα… Καὶ νύν

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

Ἦχος πλ. β’

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὦς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.

Δόξα…

Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπίβλεψον καὶ νύν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νύν

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτρηρία τοῦ γένους τῶν χριστιανῶν.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Ἦχος β’

Ὅτε ἐκ τοῦ ξύλου   ΤΟ ΑΚΟΥΤΕ

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τὴ κραταιά σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοὶ προσπίπτομεν, Ῥύσαι πάσης περιστάσεως τοὺς δούλους σου.

Ὅμοιον

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.

Ἦχος πλ. δ’

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Κατὰ τὴν περίοδον τοῦ 15 Αὐγούστου εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑπόμενα Ἐξαποστειλάρια.

Ἦχος γ’

Ὁ οὐρανὸν τοῖς ἄστροις    ΤΟ ΑΚΟΥΤΕ

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανὴ τῶ χωρίω, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥύσαι, τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξη τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε, Παρθένε, βοήθησόν μοὶ ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

Ἱερεὺς Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.